Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.270 Joseph. AJ 16.275 (English) >>Joseph. AJ 16.280

16.273πλεύσαντος δʼ εἰς τὴν Ῥώμην, ὅτε καὶ τοῦ παιδὸς Ἀλεξάνδρου κατηγόρει καὶ παραθησόμενος Ἀντίπατρον τὸν υἱὸν παρεληλύθει Καίσαρι, λόγον ὡς ἀπολωλὼς εἴη διασπείροντες οἱ τὸν Τράχωνα νεμόμενοι τῆς τε ἀρχῆς ἀπέστησαν καὶ πάλιν ἐπὶ τὰ συνήθη τοὺς πλησιοχώρους ἀδικεῖν ἐτρέποντο. 16.274τότε μὲν οὖν αὐτοὺς οἱ στρατηγοὶ τοῦ βασιλέως ἀπόντος ἐχειρώσαντο. περὶ τετταράκοντα δέ τινες ἀρχιλῃσταὶ κατὰ δέος τῶν ἡλωκότων ἐξέλιπον μὲν τὴν χώραν, 16.275εἰς δὲ τὴν Ἀραβίαν ἀφορμήσαντες Συλλαίου δεξαμένου μετὰ τὴν ἀποτυχίαν τοῦ Σαλώμης γάμου, τόπον τε ἐρυμνὸν ἐκείνου δόντος ᾤκησαν καὶ κατατρέχοντες οὐ μόνον τὴν Ἰουδαίαν ἀλλὰ καὶ τὴν κοίλην Συρίαν ἅπασαν ἐλῄζοντο, παρέχοντος ὁρμητήρια τοῦ Συλλαίου καὶ κακῶς ποιοῦσιν ἄδειαν. 16.276Ἡρώδης δὲ ἐπανελθὼν ἀπὸ τῆς Ῥώμης ἔγνω πολλὰ τῶν οἰκείων αὐτῷ κεκακωμένα, καὶ τῶν μὲν λῃστῶν ἐγκρατὴς γενέσθαι οὐκ ἠδυνήθη διὰ τὴν ἀσφάλειαν, ἣν ἐκ τῆς τῶν Ἀράβων προστασίας ἐπορίσαντο, χαλεπῶς δὲ ἔχων αὐτὸς τῶν ἀδικημάτων περιελθὼν τὸν Τράχωνα τοὺς οἰκείους αὐτῶν ἀπέσφαξεν. 16.277ἐντεῦθεν ἐκεῖνοι καὶ μᾶλλον πρὸς ὀργὰς ὧν ἐπεπόνθεισαν ὄντος αὐτοῖς καὶ νόμου πάντα τρόπον ἐπεξιέναι τοὺς τῶν οἰκείων φονεῖς ἀνυποτιμήτως τὴν Ἡρώδου πᾶσαν ἄγοντες καὶ φέροντες διετέλουν. ἐκεῖνος δὲ διελέγετο περὶ τούτων τοῖς Καίσαρος ἡγεμόσιν Σατορνίνῳ τε καὶ Οὐολομνίῳ ἐπὶ κολάσει τοὺς λῃστὰς ἐξαιτούμενος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.270 Joseph. AJ 16.275 (English) >>Joseph. AJ 16.280

Powered by PhiloLogic